Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.31 Dem. 57.34 (English) >>Dem. 57.37

57.33ἀλλὰ γὰρ τοσαύτη τις ἀτυχία ἐστὶν περὶ ἡμᾶς νῦν, ὥστε τούτῳ μὲν ἔξεστιν ἔξω τοῦ πράγματος βλασφημεῖν καὶ πάντα ποιεῖν, ὅπως μηδενὸς τῶν δικαίων ἐγὼ τύχω· ἐμοὶ δʼ ἐπιτιμήσετʼ ἴσως, ἐὰν λέγω ὃν τρόπον οὗτος ἐργάζεται περιιὼν ἐν τῇ πόλει, καὶ εἰκότως· γὰρ ὑμεῖς ἴστε, τί δεῖ λέγειν; σκοπεῖτε δή· νομίζω γὰρ ἔγωγε τὸ ἐν τῇ ἀγορᾷ ἡμᾶς ἐργάζεσθαι μέγιστον εἶναι σημεῖον τοῦ ψευδεῖς ἡμῖν αἰτίας τοῦτον ἐπιφέρειν. ἣν γάρ φησιν ταινιόπωλιν εἶναι καὶ φανερὰν πᾶσιν, 57.34προσῆκεν δήπουθεν εἰδότας αὐτὴν πολλοὺς ἥτις ἐστὶ μαρτυρεῖν, καὶ μὴ μόνον ἀκοήν, ἀλλʼ εἰ μὲν ξένη ἦν, τὰ τέλη ἐξετάσαντας τὰ ἐν τῇ ἀγορᾷ, εἰ ξενικὰ ἐτέλει, καὶ ποδαπὴ ἦν ἐπιδεικνύντας· εἰ δὲ δούλη, μάλιστα μὲν τὸν πριάμενον, εἰ δὲ μή, τὸν ἀποδόμενον ἥκειν καταμαρτυροῦντα, εἰ δὲ μή, τῶν ἄλλων τινά, ὡς ἐδούλευσεν ὡς ἀφείθη ἐλευθέρα. νῦν δὲ τούτων μὲν ἀπέδειξεν οὐδέν, λελοιδόρηκεν δέ, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν τι οὔ. τοῦτο γάρ ἐστιν συκοφάντης, αἰτιᾶσθαι μὲν πάντα, ἐξελέγξαι δὲ μηδέν. 57.35ἐπεὶ κἀκεῖνο περὶ τῆς μητρὸς εἴρηκεν, ὅτι ἐτίτθευσεν. ἡμεῖς δέ, ὅθʼ πόλις ἠτύχει καὶ πάντες κακῶς ἔπραττον, οὐκ ἀρνούμεθα τοῦτο γενέσθαι· ὃν δὲ τρόπον καὶ ὧν ἕνεκʼ ἐτίτθευσεν, ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω. μηδεὶς δʼ ὑμῶν, ἄνδρες Ἀθηναῖοι, δυσχερῶς ὑπολάβῃ· καὶ γὰρ νῦν ἀστὰς γυναῖκας πολλὰς εὑρήσετε τιτθευούσας, ἃς ὑμῖν καὶ κατʼ ὄνομα, ἐὰν βούλησθε, ἐροῦμεν. εἰ δέ γε πλούσιοι ἦμεν, οὔτʼ ἂν τὰς ταινίας ἐπωλοῦμεν οὔτʼ ἂν ὅλως ἦμεν ἄποροι. ἀλλὰ τί ταῦτα κοινωνεῖ τῷ γένει;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.31 Dem. 57.34 (English) >>Dem. 57.37

Powered by PhiloLogic